TLG 0629 001 :: PERIANDER :: Epistulae [Sp.]

PERIANDER 〈Phil.〉, Filius Cypseli
(Corinthius: 7–6 B.C.)

Cf. et 〈SEPTEM SAPIENTES〉 (1667)

Epistulae [Sp.]

Source: Hercher, R. (ed.), Epistolographi Graeci. Paris: Didot, 1873 (repr. Amsterdam: Hakkert, 1965): 408.

Citation: Epistle — (line)

1

(t)

Τοῖς σοφοῖς.
1 Πολλὰ χάρις τῷ Πυθοῖ Ἀπόλλωνι τοῦ εἰς ἓν ἐλθόν‐ τας εὑρεῖν, ἀξοῦντί τε καὶ ἐς Κόρινθον ταὶ ἐμαὶ ἐπι‐ στολαί. ἐγὼν δὲ ὁμᾶς ἀποδέχομαι, ὡς ἴστε αὐτοί, ὅτι δαμοτικώτατα. πεύθομαι ὡς πέρυτι ἐγένετο ὑμῶν
5ἁλία παρὰ τὸν Λυδὸν ἐς Σάρδεις. ἤδη ὦν μὴ ὀ‐ κνεῖτε καὶ παρ’ ἐμὲ φοιτᾶν τὸν Κορίνθου τύραννον. ὑμᾶς γὰρ καὶ ἄσμενοι ὄψονται Κορίνθιοι, φοιτεῦντας ἐς οἶκον τὸν Περιάνδρου.

2

(t)

Προκλεῖ.
1 Ἐμὶν μὲν ἀκούσιον τᾶς δάμαρτος τὸ ἄγος, τὺ δὲ ἑκὼν τῷ παιδί με ἄπο θυμοῦ ποιήσαις ἀδικεῖς. ἢ ὦν παῦσον τὰν ἀπήνειαν τῶ παιδός, ἢ ἐγὼν τὸ ἀμυνοῦ‐ μαι. καὶ γὰρ δὴν καὶ αὐτὸς ποινὰς ἔτισα τὶν τᾷ θυ‐
5γατρί, συγκατακαύσας αὐτᾷ τὰ πασᾶν Κορινθιᾶν
εἵματα.408